Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.372 Joseph. BJ 7.379 (English) >>Joseph. BJ 7.386

7.376ποῦ γέγονεν ἡμῖν τὸν θεὸν ἔχειν οἰκιστὴν πεπιστευμένη; πρόρριζος ἐκ βάθρων ἀνήρπασται, καὶ μόνον αὐτῆς μνημεῖον ἀπολείπεται τὸ τῶν ἀνῃρημένων ἔτι τοῖς λειψάνοις ἐποικοῦν. 7.377πρεσβῦται δὲ δύστηνοι τῇ σποδῷ τοῦ τεμένους παρακάθηνται καὶ γυναῖκες ὀλίγαι πρὸς ὕβριν αἰσχίστην ὑπὸ τῶν πολεμίων τετηρημέναι. 7.378ταῦτα τίς ἐν νῷ βαλλόμενος ἡμῶν καρτερήσει τὸν ἥλιον ὁρᾶν, κἂν δύνηται ζῆν ἀκινδύνως; τίς οὕτω τῆς πατρίδος ἐχθρός, τίς οὕτως ἄνανδρος καὶ φιλόψυχος, ὡς μὴ καὶ περὶ τοῦ μέχρι νῦν ζῆσαι μετανοεῖν; 7.379ἀλλʼ εἴθε πάντες ἐτεθνήκειμεν πρὶν τὴν ἱερὰν ἐκείνην πόλιν χερσὶν ἰδεῖν κατασκαπτομένην πολεμίων, πρὶν τὸν ναὸν τὸν ἅγιον οὕτως ἀνοσίως ἐξορωρυγμένον. 7.380ἐπεὶ δὲ ἡμᾶς οὐκ ἀγεννὴς ἐλπὶς ἐβουκόλησεν, ὡς τάχα που δυνήσεσθαι τοὺς πολεμίους ὑπὲρ αὐτῆς ἀμύνασθαι, φρούδη δὲ γέγονε νῦν καὶ μόνους ἡμᾶς ἐπὶ τῆς ἀνάγκης καταλέλοιπεν, σπεύσωμεν καλῶς ἀποθανεῖν, ἐλεήσωμεν ἡμᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας, ἕως ἡμῖν ἔξεστιν παρʼ ἡμῶν αὐτῶν λαβεῖν τὸν ἔλεον. 7.381ἐπὶ μὲν γὰρ θάνατον ἐγεννήθημεν καὶ τοὺς ἐξ αὑτῶν ἐγεννήσαμεν, καὶ τοῦτον οὐδὲ τοῖς εὐδαιμονοῦσιν ἔστι διαφυγεῖν· 7.382ὕβρις δὲ καὶ δουλεία καὶ τὸ βλέπειν γυναῖκας εἰς αἰσχύνην ἀγομένας μετὰ τέκνων οὐκ ἔστιν ἀνθρώποις κακὸν ἐκ φύσεως ἀναγκαῖον, ἀλλὰ ταῦτα διὰ τὴν αὐτῶν δειλίαν ὑπομένουσιν οἱ παρὸν πρὸ αὐτῶν ἀποθανεῖν μὴ θελήσαντες.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.372 Joseph. BJ 7.379 (English) >>Joseph. BJ 7.386

Powered by PhiloLogic